Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 61.15 Dem. 61.19 (English) >>Dem. 61.21

61.17περὶ δὲ τῆς σωφροσύνης κάλλιστον μὲν τοῦτʼ ἔχοιμʼ ἂν εἰπεῖν, ὅτι τῆς ἡλικίας τῆς τοιαύτης εὐδιαβόλως ἐχούσης, σοὶ μᾶλλον ἐπαινεῖσθαι συμβέβηκεν. οὐ γὰρ μόνον οὐδὲν ἐξαμαρτάνειν, ἀλλὰ καὶ φρονιμώτερον κατὰ τὴν ὥραν ζῆν προῄρησαι. καὶ τούτου μέγιστον τεκμήριον πρὸς τοὺς ἀνθρώπους ὁμιλία· πολλῶν γὰρ ἐντυγχανόντων σοι καὶ παντοδαπὰς φύσεις ἐχόντων, ἔτι δὲ προσαγομένων ἁπάντων ἐπὶ τὰς ἑαυτῶν συνηθείας, οὕτω καλῶς προέστης τῶν τοιούτων ὥστε πάντας τὴν πρὸς σὲ φιλίαν ἠγαπηκότας ἔχειν. 61.18 σημεῖον τῶν ἐνδόξως καὶ φιλανθρώπως ζῆν προαιρουμένων ἐστίν. καίτοι τινὲς ηὐδοκίμησαν ἤδη τῶν τε συμβουλευσάντων ὡς οὐ χρὴ τὰς τῶν τυχόντων ὁμιλίας προσδέχεσθαι, καὶ τῶν πεισθέντων τούτοις· γὰρ πρὸς χάριν ὁμιλοῦντα τοῖς φαύλοις ἀναγκαῖον εἶναι διαβάλλεσθαι παρὰ τοῖς πολλοῖς, διευλαβούμενον τὰς τοιαύτας ἐπιπλήξεις ὑπʼ αὐτῶν τῶν ἐντυγχανόντων δυσχεραίνεσθαι συμπίπτειν. 61.19ἐγὼ δὲ διὰ τοῦτο καὶ μᾶλλον οἶμαί σε δεῖν ἐγκωμιάζειν, ὅτι τῶν ἄλλων ἕν τι τῶν ἀδυνάτων οἰομένων εἶναι τὸ τοῖς ἁπάντων τρόποις ἀρέσκειν, σὺ τοσοῦτο τούτων διήνεγκας ὥστε τῶν χαλεπῶν καὶ δυσκόλων ἁπάντων περιγεγενῆσθαι, τοῦ μὲν συνεξαμαρτάνειν τισὶν οὐδʼ ὑποψίαν ἐνδοὺς τοῖς ἄλλοις, τῆς δὲ πρὸς αὐτοὺς δυσχερείας τῇ τῶν τρόπων εὐαρμοστίᾳ κρατήσας.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 61.15 Dem. 61.19 (English) >>Dem. 61.21

Powered by PhiloLogic